Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ ναὶ μὰ Δία φέρει
- κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
- ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
- τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
- Οὖτις νὴ Δία.
- Οὖτις σύ; ποδαπός;
- Ἴθακος Ἀποδρασιππίδου.
- Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
- ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
- ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
- ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
- εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
- περὶ τοῦ μαχεῖ νῷν δῆτα;
- περὶ ὄνου σκιᾶς.
- πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.