Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
  2. καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
  3. φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
Φιλοκλέων
  1. τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
  2. δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
Βδελυκλέων
  1. σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
Φιλοκλέων
  1. ὁ γὰρ θεὸς
  2. μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
  3. ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
Βδελυκλέων
  1. Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.