Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
  2. ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
  3. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
  4. διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
  5. νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
  6. ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
  7. ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,
  8. ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
  9. καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα
  10. ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,