Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
- ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.
- ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
- εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
- χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
- ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.