Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
- καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας
- ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,
- οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
- ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
- ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.