Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε
  2. ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,
  3. τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
  4. κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·
  5. πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
  6. ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,