Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα,
- κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ.
- οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
- τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.
- Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
- ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,