Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
  2. οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,
  3. ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
  4. καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
  5. πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι
  6. ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν