Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
- ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
- ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
- τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
- οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
- ἦ μνημονικὸς εἶ;