Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
- ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
- ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.
- Δῖνος; τουτί μʼ ἐλελήθειν,
- ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
- ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.