Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
Στρεψιάδης
  1. τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκράτης
  1. ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιάδης
  1. ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
  2. ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
Σωκράτης
  1. καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.