Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
  2. οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
Σωκράτης
  1. φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης
  1. οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
  2. κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης
  1. ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.