Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
Στρεψιάδης
  1. πῶς δῆτα διεμέτρησε;
Μαθητής
  1. δεξιώτατα.
  2. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
  3. ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
  4. κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
  5. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
Στρεψιάδης
  1. ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
Μαθητής
  1. τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
  2. φρόντισμα;
Στρεψιάδης
  1. ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
Μαθητής
  1. ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
  2. ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
  3. κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
Στρεψιάδης
  1. τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
Μαθητής
  1. ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
  2. στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν
  3. βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
  4. ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον