Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
  2. αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
  3. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
  4. λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
  5. ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,
  6. ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.