Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
  2. τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.
Δίκαιος Λόγος
  1. ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
  2. οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,
  3. οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·
  4. ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει