Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἐπὶ δὲ ταῖς τοσαύταις φοραῖς, ἃς ἤνεγκας ἐπ’ ὀλέθρῳ, εἰπέ μοι, Γάιε, ζητεῖς ἀθανασίας μεταλαχεῖν, ἵνα μὴ ὀλιγοχρονίους καὶ ἐφημέρους ἀλλὰ ἀθανάτους ἀπεργάσῃ συμφοράς; ἐγὼ δὲ νομίζω τοὐναντίον, εἰ καί τις ἔδοξας γεγενῆσθαι θεός, πάντως ἄν σε μεταβαλεῖν ἕνεκα τῶν πονηρῶν ἐπιτηδευμάτων εἰς θνητὴν φύσιν· εἰ γὰρ ἀθανατίζουσιν ἀρεταί, πάντως φθείρουσι κακίαι.