Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἐπὶ δὲ Σιλανῷ· „χλεύης ἄξιον ὁ Σιλανὸς ἔπαθεν, οἰηθεὶς πενθερὸν τοσοῦτον παρὰ γαμβρῷ δύνασθαι, ὅσον πατέρα γνήσιον παρ’ υἱῷ. καίτοι πατέρες ἰδιῶται γενομένων ἐν ἀρχαῖς μεγάλαις καὶ ἐξουσίαις υἱῶν ὑποστέλλουσιν, ἀγαπητῶς φερόμενοι δευτερεῖα. ὁ δὲ ἠλίθιος, οὐδὲ πενθερὸς ὢν ἔτι, τὰ μὴ καθ’ ἑαυτὸν προσπεριειργάζετο μὴ συνιείς, ὅτι θανάτῳ τῆς θυγατρὸς συνετεθνήκει καὶ ἡ κατ’ ἐπιγαμίαν οἰκειότης·