Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι.