Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· „ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“
τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.
τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν [*](1 τὸ ante μητρῶον add. A 3 ὁμοιότητι L 5 σπερματικοῖς] σπαρτιμοῖς L λόγοις om. L (Turn.) 6 ἐμφέρειαν] εὐφυΐαν coni. Mang. καὶ τὸν transp. A 7 τῆς πρὸ transp. G 9 ἰδιῶ (in folii fine) C 10 τολμῶσιν M δ’ MA ὑπ’ MAH: ὑπὸ CGO ἀναισχυντίας Η (Turn.), καὶ add. H2L (Turn.) 11 τὰ om. A ἐν om. Η1, ss. H2 12 μελετᾶν coni. Matthaei μὲν] καὶ Tauchn. 13 παραγωγοὺς A αἰ A, ss. (Maug.): om. ceteri (Turn.) εὔθικτοι Η1 (Mang.): εὔθηκτοι CGOAH2L (Turn.), εὔεικτοι M 14 δ’ Α προφάσεις] ὡς Μάκρωνα λεληκέναι vel similia excidisse putat Dahl 15 ἐαρι (ν eras.) C ἢ om. A 16 γεγένηκα H ἂν om. Α ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ Α 19 ἔκδεια C δὲ] γὰρ A 20 ἀρτίως Ο 21 φένακα GOAH: φαίνακα C, φαίνεκα M πεπλασμένων M 23 περιττῆς Turn. (v): περὶ τῆς CGOMH, περὶ τὴν A 24 εὔνοιαν Α ἀμοιβὰς Turn. (v): ἀμοιβῆς codd. γὰρ ante ἐστιν add. M 26 πάντ’ Α ἀληθεία A 27 μετ’ om. ὢ, add. Η2 σπουδῆς] τιμῆς A) [*](24—26 DH fol. Θίλωνος: τοιοῦτον εἰς τοὺς ἀχαρίστους — εὐεργετήσασιν.)
λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.