Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας — εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος —, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο.