Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος.