Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι — νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας —, ἀπείρως ἔχων — οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους — τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.

ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος.

Ἐπεὶ δὲ ὁ πρῶτος καὶ μέγιστος ἆθλος οὗτος Γαΐῳ κατείργαστο, μηδενὸς ἔτι λειπομένου κοινωνοῦ τῆς ἡγεμονίας πρὸς ὃν ἀποκλινοῦσί τινες τῶν ἐθελοκακούντων καὶ ἐν ὑποψίαις ὄντων, ἐπὶ δεύτερον εὐθὺς ἐκονίετο τὸν Μάκρωνος, ἀνδρὸς εἰς πάντα αὐτῷ συναγωνισαμένου τὰ τῆς ἀρχῆς, οὐ μόνον ἀποδειχθέντι ἡγεμόνι — κολακείας γὰρ ἴδιον τὰς εὐπραγίας θεραπεύειν — ἀλλὰ καὶ πρότερον εἰς τὸ τυχεῖν τῆς ἡγεμονίας.

ὁ γὰρ Τιβέριος [*](1 Η καὶ τοῦ transp. M καὶ om. τὴν] τὸν H αὐτοκράτορος coni. Mang. 2 ὁποσοῦν M πεπραγμένοις ὁπωσοῦν trausp. Α πεπραγμένοις] γινομένοις M 3 ἀγω σιν (σιν ἔ eras.) C 4 tert. μήτε] μήθ’ Α 6 οὐκ post μόνον „ex mss." se restituisse ait Mang., sed om. codd. omnes (Turn.) ἐγγυτάτην Η (Turn.) 7 υἱωνοὶ] υἱῶν· οἱ CGO ἀποθανόντων πατέρων transp. Α υἱωνοὶ post ἀποθανόντων add. CGO 8 δ’ Α κτεῖναι ἑαυτῶν Α 9 ἑκατοντάρχων καὶ χιλιάρχων Η (Turn.) 10 τοῦ] τοὺς G ἅγους Η ἕξων G, ἐξῆν Α ἀναιρεῖσθαι] ἀπολεῖσθαι A 13 ἴδεν G οὐδὲ codd: οὐδ’ V 14 εἰσὶν CL 15 μὲν om. Α γὰρ ante πρῶτον add. M 16 προτείνας 0: ἀποτείνας ceteri (v) δὲ GO 17 ὑπ’] τῆς A ἵν’ Α 20 ἐνεγκεῖν 21 αὐτοῦ GOM 22 δ’ Α οὕτως M 23 κοινωνοῦ τῆς ἡγεμονίας Cohn: τῆς ἡγεμονίας codd. (v) ; τῆς συγγενείας vel τῆς ἡγεμονίδος οἴκου coni. Mang. ἀποκλίνουσι GH 24 τὸν] τῶν M 25 ἅπαντ’ Α 26 εὐπραγίας Α (Mang.): εὐπραξίας ceteri (Turn.)) [*](26. 27 DK fol. 191r ἐκ τῆς πρός Γάιον πρεσβείας: κολάκων ἴδιον τὰς εὐπραξίας θεραπεὺειν.)

v.6.p.162
φρονήσει βαθείᾳ χρώμενος καὶ τῶν κατ’ αὐτὸν ἁπάντων δεινότατος ὢν ἀφανὲς ἀνθρώπου βούλημα συνιδεῖν καὶ ἐπὶ τοσοῦτον συνέσει διενεγκών, ἐφ’ ὅσον καὶ εὐτυχίᾳ, πολλάκις ὑπεβλέπετο τὸν Γάιον ὡς κακόνουν μὲν ἅπαντι τῷ Κλαυδίων οἴκῳ, προσκείμενον δὲ μόνῳ τῷ μητρῴῳ γένει — καὶ ἐδεδίει περὶ τοῦ υἱωνοῦ, μὴ νέος ἀπολειφθεὶς παραπόληται —,