Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ.