Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Τοῦ δὲ ἐπιτρόπου τῆς χώρας, ὃς μόνος ἐδύνατο βουληθεὶς ὥρᾳ μιᾷ τὴν ὀχλοκρατίαν καθελεῖν, προσποιουμένου ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἐπακούειν, ἀλλ’ ἀνέδην ἐφιέντος πολεμοποιεῖν καὶ τὴν εἰρήνην συγχέοντος, ἔτι μᾶλλον ἐξοτρυνόμενοι πρὸς ἀναισχύντους καὶ θρασυτέρας ὥρμησαν ἐπιβουλὰς καὶ συνταξάμενοι στίφη πολυανθρωπότατα τὰς προσευχάς — πολλαὶ δέ εἰσι καθ’ ἕκαστον τμῆμα τῆς πόλεως — τὰς μὲν ἐδενδροτόμησαν τὰς δὲ αὐτοῖς θεμελίοις κατέσκαψαν, εἰς ἃς δὲ καὶ πῦρ ἐμβαλόντες ἐνέπρησαν, ὑπὸ λύττης καὶ μανίας ἔκφρονος ἀλογήσαντες καὶ τῶν πλησίον οἰκιῶν· πυρὸς γάρ, ὁπότε λάβοιτο ὕλης, οὐδὲν ὠκύτερον.