Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
φέρε δ’ οὖν, μηδὲν τῶν περὶ σῶμα καὶ ψυχὴν ἐξεταζέσθω διὰ τὴν ἐν πάσαις σχέσεσι καὶ κινήσεσιν ἀλλοτριότητα πρὸς τὸν εἰρημένον δαίμονα· τὴν Ἄρεως οὖν, οὐχὶ τοῦ μεμυθευμένου, τοῦ δὲ ἐν τῇ φύσει λόγου, ὃν ἀνδρεία κεκλήρωται, δύναμιν οὐκ ἴσμεν ἀλεξίκακον οὖσαν καὶ βοηθὸν καὶ παραστάτιν ἀδικουμένων, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα;