Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ καὶ σκότος καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα.