Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.
ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας.
οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, [*](1 τοῦ ante Τιβερίου add. Α (Mang.), om. ceteri (Turn.) 2 θαλάσσης CGO: θαλάττης ceteri (v) 3 καὶ om. M ἡρμοσμένον Turn. 5 δ’ CGA: δὲ ceteri (v) στρατιωκοῦ C 6 τὸ στρατευόμενον συμφρονήσαντος CGOMAH (coni. Mang.): συμφωνήσαντος L (v) 7 μετουσίαν καὶ] θαυμασίαν A τῆς] τῆς δέ Α, τῆς τε Mang. 8 ὑποφυοῦς M τἀγαθὰ CAL (Turn.): τὰ ἀγαθά ceteri (Mang.) 9 κεκληροωομηθέντα Η 11 προκόσμημα Mang.: προβόσκημα codd. (v) 12 ναυτικὰς ἱππικὰς transp. A προσώδους C 13 ἀενάω CG: ἀεννάῳ MH (v), ἀεννάων OA φορὰ τινι transp. Α χορηγούμενον GO, alt. ν in i corr. vid. C 14 ἄν τις om. M εἴποι post τις add. Η1, expunxit H2 16 παρθυηνὴν CG (πκρθυή νην H, mavult Mang.): παρθοκὴν M, παρθικὴν OA; Παρθυὴν v 17 σκηθῶν M ἐξηγρίωνται Α 19 pr. τ᾿ A ὠκενοῦ C ὕπερ (sic) ὠκεανὸν C 20 ἐγεγήθει] ἐγενήθη CGO τ᾿ A εὐρωπέα CGL CGL 21 ἐπ᾿] ὑπ᾿ Α γεναμένων G ἠγάσθησαν] ἠγαλλιάσθησαν coni. Mang. 22 ἐπελπίζοντες G 23 ἡδῆ om. M καὶ ἐφεδρευούσης coni. Mang. 2.5 ἐστεφανομενους G)
τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο.