De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὧν ἔννοιαν [*](1 ἀγαθὸν μέγιστον Wendl. coll. Clem. AI. 2 εἴ γε] εἴτε S ἀσμένως S (sed ω ex ο corr.) 3 ἠξιούτω G2 ἀπαυθαδισάμενος scripsi: αὐθαδησάμενος S, ἀπαυθαδίσας ΗΡ, ἀπαυθαδιάσας FG2 (v) 4 δραπετεύσας S: ἀποδρὰς ceteri (Turn.) τῆς καλῆς ἐπιστασίας S: om. ceteri (Turn.) αὐτῶ SF τε om. S 6 τοῦ] τῶ Η1Ρ 9 pr. αἰ om. S 10 μυρίαι F τὴν codd.: τοὺς v 11 οἷς FH2: ἧς ceteri 12 ἀνάπλεος S ὁ βίος S: ὁ τούτων βίος ceteri (v) τῶν om. FE Ἰουδαίων] ἰδαίων S 13 γένος scripsi: γένει FE, γένους ceteri (v) χαλδαῖος FG2E: χαλδαίου ceteri (v) 14 νομίζουσιν S 15 οὓς] οἷς ΗΡ alt. τὸ om. SF ἑκάστοις om. F 16 φασὶν FE: φησὶν ceteri (v) ἀποβαίνειν FE: ἀποβαίνει ceteri ὑπολαμβάνων H1P 17 εἴη] ἢ HP 18 δυνάμενον suspectum 19 γεννητῶν FHP ἰούσῃ Mang.: om. S, ἰούσης ceteri πρεσβύτου S, πρεσβυτέρου F 20 ἀγενήτου FG2E: γενητοῦ S, γεννητοῦ HP (Mang.) 21 διὰ om. S ἀνθρωπίνοις λογισμοῖς S οὐ χωρεῖ; ὦν] οὐ χώρων S ὦν (S)G2H1P: ὃν FEH2 (v) ἔννοιαν S: ἐν νῶ ceteri (v)) [*](12—332,13 Ε (= Philonis quod fertur opusc. περὶ κόσμου II p. 602,13—603,6 Mang.): καὶ ὁ τοῦ Ἰουδαίων ἔθνους πρεσβύτατος γένει μὲν ἣν Χαλδαῖος—τὸ προνοοῦν τοῦ τε κόσμου)

v.5.p.332
λαβὼν καὶ ἐπιθειάσας καταλείπει μὲν πατρίδα καὶ γενεὰν καὶ πατρῷον οἶκον, εἰδὼς ὅτι μένοντος μὲν αἱ τῆς πολυθέου δόξης ἐγκαταμενοῦσιν ἀπάται ἀνήνυτον κατασκευάζουσαι τὴν τοῦ ἑνὸς εὕρεσιν, ὅς ἐστιν ἀίδιος μόνος καὶ ὅλων πατὴρ νοητῶν τε αὖ καὶ αἰσθητῶν, εἰ δὲ μετανασταίη, μεταναστήσεται καὶ τῆς διανοίας ἡ ἀπάτη μεθαρμοσαμένης τὴν ψευδῆ δόξαν εἰς ἀλήθειαν.

ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει· καὶ οὐ πρότερον ἀνῆκεν ἢ τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίας — τοῦτο γὰρ ἀμήχανον —, ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας.

διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς — ἰδιώτης γὰρ ἦν —, ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ.