De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων, [*](1 ὁμοῦ καὶ θεοφιλὴς C (v) 2 τὸ ante τὸν add. S τόν θεόν S (Clem. Al.): τὸν κύριον CG2 (v) εἰλοῦ S (Clem. Al.): ἀντηλλάξω C (v), ἀντηλλαξάτω G2 3 σοι] σου Clem. Al. θεόν S (Clem. Al.): εἰς θεόν CG2 (v) εἵλατό S (Clem. Al.): ἀντηλλάξατο CG2 (v) αὐτοῦ S 4 τῆς διαιρέσεως S 5 τὸ ὄν S (Clem. Al.): θεόν C (v), θεῶ G2 6 προαπαντῶν (sic) S βουλήματι CG2: βουλεύματι S ἰόντος] εἰ ὄντος G2 7 ἀληθῶς coni. Mang. ὢν] ὢ S1, in ὁ corr. S2 8 αὐτός αἱρεῖται corruptum; αὖθις vel ἄλλοθι εἴρηται coni. Mang., πρότερον εἴρηται coni. Wendl. 11 γ’ οὗν G2 12 πάσα δύναμις scripsi: πάση δυνάμι codd. (v) 15 tit. περὶ εὐγενείας SCG2HRP: τοῦ αὐτοῦ περὶ εὐγενείας F 16 Διὸ καὶ τοῖς ὑμνοῦσι F: Καὶ τοῖς ὑμνοῦσι S, Τοῖς δὲ (δ’ P) ὑμνοῦσι ceteri (v) ὡς καὶ 17 εἰ om. S 18 πάλαι ἐνδόξων FG2 μηδὲ S: μήτε ceteri (v)) [*](1 sqq. pergit Clem. Alex. Strom. l. l. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο „τὸν θεὸν εἰλοῦ σήμερον εἶναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται 6 θεός. κἄν εἷς ᾗ τὸν ἀριθμόν, ἐπ’ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται ἀποκατασταθεὶς ἐξ 00 ἢν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πάν. 16 sqq. cf. Wendland Philo u. die kynisch - stoische Diatribe (W. u. Kern, Beitr. z. Gesch. d. griech. Philos. u. Religion) p. 51 sqq.)
βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν ἄκροις — ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετ’ εὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * * * αὐγοειδέστατον φῶς μὴ ἰδόντες.
ἐπειδὴ τοίνυν ἡ εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτων γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον.