De Specialibus Legibus (lib. i‑iv)
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
καὶ ὁ τράχηλος, φησίν, ὑμῶν μὴ σκληρὸς ἔστω, τουτέστι, μὴ ἀκαμπὴς ὁ νοῦς καὶ αὐθαδέστατος, μηδ’ ὑπὸ τῆς ἄγαν σκαιότητος ἐπιτηδευέτω τὴν βλαβερωτάτην ἀμαθίαν, ἀλλὰ τὸ φύσει δύσκολον καὶ δύστροπον ἀποθέμενος ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως.
ἢ οὐχ ὁρᾷς, ὅτι περὶ τὸ ὂν αἱ πρῶται καὶ μέγισται τῶν δυνάμεών εἰσιν, ἥ τε εὐεργέτις καὶ κολαστήριος; καὶ προσηγόρευται ἡ μὲν εὐεργέτις θεός, ἐπειδὴ κατὰ ταύτην ἔθηκε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ ἑτέρα κύριος, καθ’ ἣν ἀνῆπται τῶν ὅλων τὸ κράτος. θεὸς δὲ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ θεῶν ἐστι θεός, καὶ ἄρχων οὐκ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἀρχόντων, μέγας τέ ἐστιν ὢν ὄντως καὶ ἰσχυρὸς καὶ
κραταιός. ἀλλ’ ὅμως. ὁ τοσοῦτος ἐν ἀρεταῖς καὶ δυνάμεσιν ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἐν ἐνδείαις ἀπορωτάτων, οὐκ ἀπαξιῶν γενέσθαι κριτὴς προσηλύτοις ἢ ὀρφανοῖς ἢ χήραις, ἀλλὰ βασιλέων καὶ τυράννων καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας.
τῶν μὲν ἐπηλύτων διὰ τόδε· καταλιπόντες οὗτοι τὰ πάτρια οἷς ἐνετράφησαν ψευδῶν πλασμάτων γέμοντα καὶ τύφου, γενόμενοι ἀτυφίας καὶ ἀληθείας ἐρασταὶ γνήσιοι, μετεχώρησαν πρὸς εὐσέβειαν, ἱκέται τε καὶ θεραπευταὶ τοῦ ὄντως ὄντος ἀξίως ὄντες τῆς προνοίας τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν.
ὀρφανῶν δὲ καὶ χηρῶν, ἐπειδὴ κηδεμόνας ἀφῄρηνται, οἱ μὲν γονεῖς, αἱ δὲ ἄνδρας, καταφυγὴ δ’ οὐδεμία τοῖς οὕτως ἐρήμοις ἐξ ἀνθρώπων ἀπολείπεται· διὸ τῆς μεγίστης [*](2 ἀποκείρασθαι R, δ’ ἀποκείρασθε Α 4 μηδ’ scripsi: μήθ’ codd. (v) 5 δύσκολον καὶ δύστροπον RA: δύστροπον καὶ δύσκολον H (v) 5.6 ἀποθέμενος H: μεθέμενος AH (v) 6 μεταβαλέτω H εὔκολον scripsi: εἰκός codd. (v) ; ἐπιεικές coni. Mang. 8 προσηγόρευται R: προσαγορεύεται AH (v) 9 κατὰ ταύτην] αὕτη καθ’ ἑαυτὴν Arm 10 δ’ AH θεὸς δὲ R: δὲ om. AH (v) 11 καὶ ἄρχων — ἀρχόντων (12) R: om. AH (v) 14 ἐν ἐνδείαις R: ἐν om. AH (Turn.) 15 ἢ ὀρφανοῖς R: καὶ ὀρφανοῖς AH (v) ἢ χήραις om. Arm ἀλλὰ καὶ Arm 17 προνοίας Mang.: προνομίας codd., προνομίας προνοίας (sic) Arm 18 ἐνετράφησαν R: ἀνετράφησαν ΑΗ ψευδῶν R: ψεύδους AH (v) 19 ἀτυφί)ας καὶ ἀληθείας R: ἀτυφίας καὶ om. AH (v) 20 τε codd.: δὲ v ἀξίως om. Arm; vel secludendum vel ἀληθῶς scribendum cens. Mang. προνοίας Mang.. προνομίας codd. 21 μεταλαγχάνουσι(ν) RA: μεταλαμβάνουσι H (v) 22 τὸν om. Α 23 αἱ] οἱ R δέ AH 24 ἐρήμοις ἐξ ἀνθρώπων R: ἐξ ἀνθρώπων ἐρήμοις ΑΗ (v) ἀπολείπεται om. Arm) [*](3 Deut. 10,16 7 sqq. Deut. 10,17 15 Deut. 1018.)
ἔστω δή, φησί, μόνος θεὸς αὔχημά σου καὶ μέγιστον κλέος, καὶ μήτ’ ἐπὶ πλούτῳ μήτε δόξῃ μήτε ἡγεμονίᾳ μήτε σώματος εὐμορφίᾳ μήτε ῥώμῃ μήτε τοῖς παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως.
ὃ δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγαθὸν μεταδιώκωμεν καὶ τῆς ἱκεσίας καὶ θεραπείας αὐτοῦ περιεχώμεθα καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς — οὐχ
ὅτι τὰ τέκνα πᾶσι τοῖς βαρβάροις ἐμπιμπράναι δι’ ἔθους ἐστίν· οὐ γὰρ οὕτως ἐξηγρίωνται τὰς φύσεις, ὡς, ἃ μηδὲ πολεμίους καὶ ἐχθροὺς ἀσυμβάτους ἐν πολέμῳ, ταῦτα τοὺς φιλτάτους καὶ οἰκειοτάτους ἐν εἰρήνῃ δρᾶν ὑπομένειν· ἀλλ’ ὅτι τὰς ψυχὰς τῷ ὄντι καταφλέγουσι καὶ διαφθείρουσιν ὧν ἐγέννησαν ἐξ ἔτι σπαργάνων ἁπαλαῖς ἔτι μὴ ἐγχαράττοντες τὰς ἀληθείας δόξας περὶ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ὄντος θεοῦ — μήτ’ οὖν ἡττηθέντες ἀναπέσωμεν καὶ ὑπαχθῶμεν ταῖς ἐκείνων εὐτυχίαις ὡς δι’ εὐσέβειαν νενικηκότων·
πολλοῖς γὰρ ἐπ’ ἐνέδρᾳ συμβαίνουσιν αἱ παραυτίκα εὐπραγίαι δέλεαρ σφοδρῶν καὶ ἀνιάτων οὖσαι κακῶν· εἰκὸς δὲ καὶ ἀναξίους ὄντας κατορθοῦν, μὴ δι’ ἑαυτούς, ἀλλὰ ὑπὲρ τοῦ λυπεῖσθαι καὶ ἀνιᾶσθαι σφοδρότερον ἡμᾶς οὐχ ὅσια δρῶντας, οἳ γεννηθέντες ἐν πολιτείᾳ φιλοθέῳ καὶ ἐντραφέντες νόμοις ἐπὶ πᾶσαν ἀρετὴν ἀλείφουσι καὶ ἐκ πρώτης ἡλικίας παιδευόμενοι τὰ κάλλιστα [*](1 ἵλεω codd.: ἵλεων v 3 ἐπὶ τῶ πλούτω R 3.4 μήτε δόξη R: μήτ’ ἐπὶ δόξη AH (v) 4 μήτε ἡγεμονία K: μήθ’ ἡγεμονία AH 4. 5 μήτε τοῖς παραπλησίοις R: ἢ τ. π. AH (v) G τοῦ addidi; τοῦ pro τῆς coui. Mang. 7 καιρὸν ὀξὺν) ἔχει τῆς μεταβολῆς R: καὶ ὀξεῖαν ἔχει τὴν μεταβολήν AH (v) μαραινόμενα R: μαραινομένην AH 8.9 ὃ (au τὸ?) δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγα(θὸν) μεταδιώκωμεν R Arm: om. ΑΗ (v) 9 καὶ θεραπείας R Arm: om. Afl (v) 9. 10 περιεχώμεθα R Arm: περιεχόμεθα AH 10 κρατησάντων male coni. Mang.; respicit Philo Deut. 12,29 αἷς scripsi (sic R?): οἷς (R)AH (v) II αὐτῶν AH 12 ἐμπιμπράναι R: ἐμπιπρᾶν AH 13 ὡς] ὥστε R 13.14 ἆ μηδέ πολεμίους καὶ ἐχθροὺς R: ἆ μόλις ἐχθροὺς AH (v) 17 τὰς scripsi: τῆς codd. (v) δόξαις AH 18 μήτ’ οὖν scripsi: μὴ οὑν codd. (v) 21 μὴ R: οὐ ΑΗ (v) δι’ ἑαυτοὺς] δέον αὐτοὺς Arin 22 ἀνιᾶσθαι v (Turu.): ἀλᾶσθαι AH; R quid habeat, dubium δρῶντες H) [*](3 Deut. 10,21 9. 10 Deut. 10,20 11 Deut. 1231.)
Κἂν μέντοι τις ὄνομα καὶ σχῆμα προφητείας ὑποδύς, ἐνθουσιᾶν καὶ κατέχεσθαι δοκῶν, ἄγῃ πρὸς τὴν τῶν νενομισμένων κατὰ πόλεις θρησκείαν θεῶν, οὐκ ἄξιον προσέχειν ἀπατωμένους ὀνόματι προφήτου· γόης γὰρ ἀλλ’ οὐ προφήτης ἐστὶν ὁ τοιοῦτος, ἐπειδὴ ψευδόμενος λόγια καὶ χρησμοὺς ἐπλάσατο.
κἂν ἀδελφὸς ἢ υἱὸς ἢ θυγάτηρ ἢ γυνὴ ἡ οἰκουρὸς ἢ γνήσιος φίλος ἤ τις ἕτερος εὔνους εἶναι δοκῶν εἰς τὰ ὅμοια ἐνάγῃ προτρέπων συνασμενίζειν τοῖς πολλοῖς καὶ ἐπὶ τὰ αὐτὰ ἱερὰ καὶ τὰς αὐτὰς σπονδάς τε καὶ θυσίας ἀφικνεῖσθαι, κολαστέον ὡς δήμιον καὶ κοινὸν ἐχθρὸν ὄντα ὀλίγα φροντίσαντας οἰκειότητος καὶ τὰς παραινέσεις αὐτοῦ διαγγελτέον πᾶσι τοῖς εὐσεβείας ἐρασταῖς, οἳ ἀνυπερθέτῳ τάχει ταῖς κατ’ ἀνδρὸς ἀνοσίου τιμωρίαις ἐπιδραμοῦνται κρίνοντες εὐαγὲς τὸ κατ’ αὐτοῦ φονᾶν.
ἔστω γὰρ ἡμῖν μία οἰκειότης καὶ φιλίας ἓν σύμβολον ἡ πρὸς θεὸν ἀρέσκεια καὶ τὸ πάντα λέγειν τε καὶ πράττειν ὑπὲρ εὐσεβείας· αἱ δ’ ἐκ προγόνων ἀφ’ αἵματος αὗται λεγόμεναι συγγένειαι καὶ αἱ κατ’ ἐπιγαμίας ἤ τινας ἄλλας ὁμοιοτρόπους αἰτίας οἰκειότητες ἀπορριπτέσθωσαν, εἰ μὴ πρὸς τὸ αὐτὸ τέλος ἐπείγονται, τὴν τοῦ θεοῦ τιμήν, ἣ πάσης ἑνωτικῆς εὐνοίας ἄλυτος δεσμός ἐστιν· ἀντιλήψονται γὰρ οἱ τοιοῦτοι σεμνοτέρας καὶ ἱεροπρεπεστέρας συγγενείας.
βεβαιοῦται δέ μου τὴν ὑπόσχεσιν ὁ νόμος λέγων, ὅτι οἱ „τὸ ἀρεστὸν” τῇ φύσει δρῶντες καὶ „τὸ καλὸν” υἱοί εἰσι τοῦ θεοῦ, φησὶ γάρ· „υἱοί ἐστε κυρίῳ τῷ θεῷ ὑμῶν” (Deut. 14, 1), δηλονότι προνοίας καὶ κηδεμονίας [*](1 παρὰ θεσπεσίοις ἀνδράσιν K (Arm): παρὰ θεσπεσίοις om. AH (v) 2 παιδείαν R σπουδὴν R (coni. Mang.): σπουδῆς ΑΗ 3 παιδείας R 5 κατέχεσθαι] καταδέχεσθαι H 6 ἄξιον] ἐξὸν coni. Mang. 7 ἐπειδὴ R (sic scripseram): ἐπεὶ δὲ ΑΗ (v) ψευδόμενος λόγια R (Arm?): ψευδολογίας λόγους AH (v) 8 ἐπλάσατο AH: ... οὓς?) ἐπλάσατο R, οὓς ἐπλάσατο Αrm ἡ] ἡ AH (Turn.) 9 ὅμοια] ἄνομα vel ἀνόσια coni. Mang. 10 ἐνάγει Η προτρέπει H συνασμενίζειν scripsi: ἐνασμενίζειν codd. (v) ; conicceram συναρμόζειν 11 σπονδάς τε καὶ θυσίας R: τε καὶ θυσίας om. AH (v) 12 ὀλίγα om. R 13 αὐτοῦ] τὰς δι’ αὐτοῦ Arm τοῖς] τῆς Η οἲ om. et γὰρ post ἀνυπερθέτῳ add. Arm 14 τιμωρίαις ἐπιδραμοῦνται R (sic scripseram): ἐπιδραμοῦνται τιμωρίαις AH (v) 15 κατ’ αὐτῶν (sic) 11 17 αὗται] αἰ Arm; τ’ αὖ αἱ coni. Conybeare κυρίως λεγόμεναι conicio 21 σεμνωτέρας Η 23 φησὶν R 24 ὑμῶν R (Mang.): ἡμῶν ΑΗ) [*](4 Deut. 13,1 sqq. 8 Deut. 13,6 sqq. 22 Deut. 1318.)
Πρὸς τούτοις ἔτι τὰ περὶ τελετὰς καὶ μυστήρια καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν καὶ βωμολοχίαν ἐκ τῆς ἱερᾶς ἀναιρεῖ νομοθεσίας, οὐκ ἀξιῶν τοὺς ἐν τοιαύτῃ πολιτείᾳ τραφέντας ὀργιάζεσθαι καὶ μυστικῶν πλασμάτων ἐκκρεμαμένους ὀλιγωρεῖν ἀληθείας καὶ τὰ νύκτα καὶ σκότος προσκεκληρωμένα μεταδιώκειν παρέντας τὰ ἡμέρας καὶ φωτὸς ἄξια. μηδεὶς οὖν μήτε τελείτω μήτε τελείσθω τῶν Μωυσέως φοιτητῶν καὶ γνωρίμων· ἑκάτερον γὰρ καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν τελετὰς οὐ μικρὸν ἀνοσιούργημα.
τί γάρ, εἰ καλὰ ταῦτ’ ἐστίν, ὦ μύσται, καὶ συμφέροντα, συγκλεισάμενοι ἑαυτοὺς ἐν σκότῳ βαθεῖ τρεῖς ἢ τέτταρας μόνους ὠφελεῖτε, παρὸν ἅπαντας ἀνθρώπους ἐν ἀγορᾷ μέσῃ τὰ τῆς ὠφελείας προθέντας, ἵνα πᾶσιν ἀδεῶς ἐξῇ βελτίονος καὶ εὐτυχεστέρου κοινωνῆσαι βίου; φθόνος γὰρ ἀρετῆς διῴκισται.
οἱ μὲν γὰρ τὰ βλαβερὰ πράττοντες αἰσχυνέσθωσαν καὶ καταδύσεις ἐπιζητοῦντες καὶ γῆς μυχοὺς καὶ βαθὺ σκότος ἐπικρυπτέσθωσαν τὴν πολλὴν ἀνομίαν αὑτῶν ἐπισκιάζοντες, ὡς μηδεὶς ἴδοι· τοῖς δὲ τὰ κοινωφελῆ δρῶσιν ἔστω παρρησία καὶ μεθ’ ἡμέραν διὰ μέσης ἴτωσαν ἀγορᾶς ἐντευξόμενοι πολυανθρώποις ὁμίλοις, ἡλίῳ καθαρῷ τὸν ἴδιον βίον ἀνταυγάσοντες καὶ διὰ τῶν κυριωτάτων αἰσθήσεων τοὺς συλλόγους ὀνήσοντες, ὁρῶντας μὲν ἡδίστας ὁμοῦ καὶ καταπληκτικωτάτας ὄψεις, ἀκούοντας δὲ καὶ ἑστιωμένους λόγων ποτίμων, οἳ τὰς διανοίας τῶν μὴ σφόδρα ἀμούσων εἰώθασιν εὐφραίνειν. [*](1 δ’ AH διοίσει τῆς scripsi (sic i Arm?): ϊδιοισειστα (sic) i R, ἰδίοις τοῖς ἰδίας τῆς coni. Mang. 2 ὅσωπερ R ἐπιμελούμενος R Arm (coni. Mang.): ἐπιβουλευόμενος ΑΗ 3 πᾶσαν R: πρὸς ΑΗ (v) 5 τραφέντας] ἐγγραφέντας Arm ὀργιάζεσθαι Arm (coni. Mang.): ἐργάζεσθαι codd. 5.6 μυστικῶν πλασμάτων R: μυθικῶν πλασμάτων Arm (coni. Mang.), μυστικῶν πραγμάτων ΑΗ 7 προσκεκληρωμένα RAH: ἐκκεκληρωμένα L, κεκληρωμένα v παρέντες Η ἡμέρας καὶ φωτὸς R: φωτὸς καὶ ἡμέρας ΑΗ (v) 8 μήτε τελείτω μήτε τελείσθω scripsi (sic R ut vid.): μήτε τελείτω post γνωρίμων (9) transp. AH (v) μώσεως ΑΗ 9 καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν R Arm: τό τε διδάσκειν καὶ τὸ μανθάνειν A, τό τε μανθάνειν καὶ τὸ διδάσκειν Η (v) 11 ἑαυτοὺς] δύο ἐνιαυτοὺς Arm (?) 13 προθέντες ΑΗ πᾶσιν] πάλιν Arm 10 αὐτῶν AH 20 ὁρῶντας ΑΗ: ὁρῶντες R (Mang.) 20. 21 ἡδίστας ὁμοῦ καὶ καταπληκτικωτάτας ὄψεις R: ὧν ἥδιστον ὁμοῦ ἐστι H) καὶ καταπληκτικώτατον ὄψις AH (v) 21 ἀκούοντας δὲ καὶ ἑστιωμένους ΑΗ: ἀκούοντες δὲ καὶ ἑστιώμενοι R (Mang.) 22 ποτίμων om. Arm τἀς διανοίας R: καὶ τὰς διανοίας AH (v)) [*](8 Deut. 23, 17 (LXX) 21. 22 cf. Plat. Phaedr. 243 d ποτίμῳ λόγῳ.)
ὁρᾷς, ὅτι καὶ ἡ φύσις τῶν ἑαυτῆς ἀοιδίμων καὶ παγκάλων ἔργων οὐδὲν ἀπέκρυψεν, ἀλλὰ ἀστέρας μὲν καὶ τὸν σύμπαντα οὐρανὸν εἴς τε τὴν δι’ ὄψεως τέρψιν καὶ πρὸς φιλοσοφίας ἵμερον ἀπέφηνεν, πελάγη δὲ καὶ πηγὰς καὶ ποταμοὺς καὶ τὰς ἀέρος εὐκρασίας δι’ ἀνέμων τε καὶ πνευμάτων εἰς τὰς ἐτησίους ὥρας, φυτῶν τε καὶ ζῴων ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων;
εἶτ’ οὐκ ἐχρῆν καὶ ἡμᾶς ἑπομένους τοῖς ἐκείνης βουλήμασι πάνθ’ ὅσα ἀναγκαῖα καὶ χρήσιμα προτιθέναι πᾶσι τοῖς ἀξίοις ἐπ’ ὠφελείᾳ; νῦν δὲ συμβαίνει πολλάκις τῶν μὲν ἀγαθῶν ἀνδρῶν μηδένα μυεῖσθαι, λῃστὰς δ’ ἔστιν ὅτε καὶ καταποντιστὰς καὶ γυναικῶν θιάσους βδελυκτῶν καὶ ἀκολάστων, ἐπειδὰν ἀργύριον παράσχωσι τοῖς τελοῦσι καὶ ἱεροφαντοῦσιν. ὑπερόριοι δὴ πάντες οὗτοι φυγαδευέσθωσαν πόλεως καὶ καταστάσεως, ἐν ᾗ τὸ καλὸν καὶ ἡ ἀλήθεια δι’ αὐτὰ τιμᾶται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
Κοινωνίας δὲ καὶ φιλανθρωπίας εἰσηγητὴς ὢν ἐν τοῖς μάλιστα ὁ νόμος ἑκατέρας ἀρετῆς τήν τε ἀξίωσιν καὶ τὴν σεμνότητα διετήρησεν, οὐδενὶ τῶν ἀνιάτως ἐχόντων ἐπιτρέψας καταφυγεῖν ἐπ’ αὐτάς, ἀλλὰ πορρωτάτω σκορακίσας.
ἐπιστάμενος γοῦν ἐν ταῖς ἐκκλησίαις οὐκ ὀλίγους τῶν μοχθηρῶν παρεισρέοντας καὶ διὰ τὸ συνειλεγμένον πλῆθος λανθάνοντας, ἵνα μὴ τοῦτο γένηται, προανείργει πάντας τοὺς ἀναξίους ἱεροῦ συλλόγου τὴν ἀρχὴν ποιούμενος ἀπὸ τῶν νοσούντων τὴν θήλειαν νόσον ἀνδρογύνων, οἳ τὸ φύσεως νόμισμα παρακόπτοντες εἰς ἀκολάστων γυναικῶν πάθη καὶ μορφὰς εἰσβιάζονται· θλαδίας γὰρ καὶ ἀποκεκομμένους τὰ γεννητικὰ ἐλαύνει τό τε τῆς ὥρας ταμιεύοντας ἄνθος, ἵνα μὴ ῥᾳδίως μαραίνοιτο, καὶ τὸν ἄρρενα τύπον μεταχαράττοντας εἰς θηλύμορφον ἰδέαν. [*](2 ἀλλ’ AH 3 δὲ Turn.: τε codd. (Mang.) 4 τὰς ἀέρος εὐκρασίας R: ἀέρος εὐκρασίαν AH (v) 4. 5 δι’ ἀνέμων τε καὶ πνευμάτων scripsi: διανέμοντες ἀυτῶν (sic) R, ἀνέμων τε AH (v) 6 ἀμυθήτους Arm (coni. Mang.) ; ἀμυθήτων codd. 7 ὑμᾶς Turn. τοῖς om. Richt. Tauchn. 7.8 καὶ χρήσιμα R: om. AH (v) 8 πᾶσι R Arm: om. AH (v) ἐπ’ ὠφελείᾳ] ἐπωφελείας coni. Mang. (sic Arm?) 9 τῶν] τοῖς Turn. 10 θιάσους om. Arm 11 ἐπειδὰν R: ἐπὰν δὲ AH; ἐπὰν v 12 καταστάσεως ΑΗ: πολιτείας R; fort. scribendum καὶ πολιτείας καταστάσεως 14 δὲ om. A 15 τ’ AH 17 σκορακίσας R: ἀποσκορακίσας AH (v) 18 παρεισρέοντας R: ἐπεισρέοντας AH (v) 20 θήλειαν R Arm (Mang.): ἀληθῆ ΑΗ 21 τὸ φύσεως νόμισμα] τὰ φύσεως νόμιμα Arm 22 πάθη R: πάθος AH (v) εἰσβιβάζονται A γὰρ om. L (Turn.) 23 τῆς om. Richt. ὥρας] σωτηρίας (sic) R ταμιεύοντες H 24 τὸν ἄρρενα τύπον] τὴν ἀρχέτυπον μορφὴν Arm) [*](9 cf. E. Rohde Psyche I2 p. 295 1 20 sqq. Deut. 231.)