De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἀνελὼν οὖν ἐκ τῆς ἱερᾶς νομοθεσίας πᾶσαν τὴν τοιαύτην ἐκθέωσιν ἐπὶ τὴν τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ τιμὴν ἐκάλεσεν, ἑαυτοῦ τιμῆς οὐ προσδεόμενος — οὐ γὰρ ἑτέρου χρεῖος ἦν ὁ αὐταρκέστατος ἑαυτῷ —, βουλόμενος δὲ τὸ γένος τῶν ἀνθρώπων ἀνοδίαις πλαζόμενον εἰς ἀπλανεστάτην ἄγειν ὁδόν, ἵν’ ἑπόμενον τῇ φύσει τὸ ἄριστον εὕρηται τέλος, ἐπιστήμην τοῦ ὄντως ὄντος, ὅς ἐστι τὸ πρῶτον ἀγαθὸν καὶ τελεώτατον, ἀφ’ οὗ τρόπον πηγῆς ἄρδεται τῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ τὰ ἐπὶ μέρους ἀγαθά.
Διειλεγμένοι καὶ περὶ τῆς δευτέρας παραινέσεως ὅσα οἷόν τε ἦν, τὴν ἑπομένην κατὰ τὸ ἑξῆς ἀκριβώσωμεν· ἔστι δὲ μὴ λαμβάνειν ὄνομα θεοῦ ἐπὶ ματαίῳ (Exod. 20, 7). τὰ μὲν οὖν τῆς τάξεως γνώριμα τοῖς τὴν διάνοιαν ὀξυδορκοῦσιν· ὄνομα γὰρ ἀεὶ δεύτερον ὑποκειμένου πράγματος, σκιᾷ παραπλήσιον, ἣ παρέπεται σώματι.