De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
καὶ ταῦτα μὲν ἴσως ἔχει τινὰ λόγον, ἡμερώτατα γὰρ καὶ ὠφελιμώτατα τῷ βίῳ· ἀροτὴρ ὁ βοὺς αὔλακας ἀνατέμνει καιρῷ σπορᾶς, ἀλοῆσαι πάλιν, ὅταν δέῃ τὸν καρπὸν καθαίρεσθαι, δυνατώτατος· ὁ κριὸς τὸ κάλλιστον τῶν σκεπασμάτων, ἐσθῆτα, παρέχει· γυμνὰ γὰρ ἂν τὰ σώματα διεφθείρετο ῥᾳδίως, ἢ διὰ θάλπος ἢ διὰ κρύος ἄμετρον, τοτὲ μὲν τῷ ἀφ’ ἡλίου φλογμῷ, τοτὲ δὲ τῇ ἀπ’ ἀέρος περιψύξει.
νυνὶ δὲ προσυπερβάλλοντες καὶ τῶν ἀνημέρων τὰ ἀγριώτατα καὶ ἀτιθασώτατα, λέοντας καὶ κροκοδείλους καὶ ἑρπετῶν τὴν ἰοβόλον ἀσπίδα, γεραίρουσιν ἱεροῖς καὶ τεμένεσι θυσίαις τε καὶ πανηγύρεσι καὶ πομπαῖς καὶ τοῖς παραπλησίοις· ἀφ’ ἑκατέρου γὰρ τῶν εἰς χρῆσιν δοθέντων ἀνθρώποις ὑπὸ θεοῦ, γῆς καὶ ὕδατος, διερευνησάμενοι τὰ ἀγριώτατα οὔτε τῶν χερσαίων λέοντος θηριωδέστερον ἀνεῦρον οὔτε κροκοδείλου τῶν ἐνύδρων ἀγριώτερον, ἃ σέβουσι καὶ τιμῶσι.