De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο.

φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν.