De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἑβδόμην δὲ λέγω καὶ τὴν σὺν ἑξάδι τῇ γονιμωτάτῃ καὶ τὴν ἄνευ ἑξάδος, ἐπιπροσθοῦσαν αὐτῇ, μονάδι ὁμοιουμένην, ὧν ἑκατέρᾳ τὰς ἑορτὰς παραριθμεῖ· μονάδι μὲν τήν τε ἱερομηνίαν, ἣν σάλπιγξιν ὑποσημαίνουσι, καὶ νηστείαν, ἐν ᾗ σιτίων καὶ ποτῶν ἀποχὴ διείρηται, καὶ ἣν Ἑβραῖοι πατρίῳ γλώττῃ Πάσχα προσαγορεύουσιν, ἐν ᾗ θύουσι πανδημεὶ αὐτῶν ἕκαστος τοὺς ἱερεῖς αὐτῶν οὐκ ἀναμένοντες, ἱερωσύνην τοῦ νόμου χαρισαμένου τῷ ἔθνει παντὶ κατὰ μίαν ἡμέραν ἐξαίρετον ἀνὰ πᾶν ἔτος εἰς αὐτουργίαν θυσιῶν·
καὶ ἔτι τὴν ἐν ᾗ προσφέρεται δράγμα χαριστήριον εὐγονίας καὶ φορᾶς τῆς πεδιάδος δι’ ἀσταχύων πληρώσεως· καὶ τὴν ἀπὸ ταύτης καταριθμουμένην ἑπτὰ ἑβδομάσι πεντηκοστὴν ἡμέραν, ἐν ᾗ προσάγειν ἄρτους ἔθος, οἳ καλοῦνται πρωτογεννημάτων ἐτύμως, ἐπειδήπερ εἰσὶν ἀπαρχὴ γεννημάτων καὶ καρπῶν ἡμέρου τροφῆς, ἣν ἀνθρώπῳ τῷ ἡμερωτάτῳ ζῴων ἀπένειμεν ὁ θεός.