De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἔτι γὰρ ἀμαυρὸς ὡς ἔοικε προσπίπτει — οὐδὲν τῶν εἰς γνῶσιν τηλαυγέστερον ἐπιδίδωσιν, ὡς ἔτι μᾶλλον τὸν ἀνήνυτον καὶ ἀδιεξίτητον ἐπιτείνεσθαι τοῦ καταλαβεῖν ἵμερον, Ταντάλειον τιμωρίαν ἐπιφερούσης τῆς ἐπιθυμίας· ἐκεῖνός τε γὰρ ὧν ὀρεχθείη πάντων ὁπότε μέλλοι ψαύσειν, ἀπετύγχανεν, ὅ τε κρατηθεὶς ἐπιθυμίᾳ, διψῶν ἀεὶ τῶν ἀπόντων, οὐδέποτε πληροῦται περὶ κενὴν ἰλυσπώμενος τὴν ὄρεξιν.

ὥσπερ τε τὰ ἑρπηνώδη τῶν νοσημάτων, εἰ μὴ προανακρουσθείη τομαῖς ἢ καύσεσιν, ἐπιθέοντα σύμπασαν ἐν κύκλῳ καταλαμβάνει τὴν τοῦ σώματος κοινωνίαν οὐδὲν ἀπαθὲς μέρος ἐῶντα, οὕτως, εἰ μὴ λόγος ὁ κατὰ φιλοσοφίαν ἰατροῦ δίκην ἀγαθοῦ ῥέουσαν τὴν ἐπιθυμίαν ἐπίσχοι, πάντ’ ἐξ ἀνάγκης τὰ τοὺ βίου πράγματα κινηθήσεται παρὰ φύσιν· οὐδὲν γάρ ἐστιν ὑπεξῃρημένον ὃ διαφεύγει τὸ πάθος, ἀλλ’ ὅταν ἄδειαν λάβῃ καὶ ἐκεχειρίαν, ἐπινέμεται καὶ σίνεται πάντα διὰ πάντων.