De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
δεύτερον δὲ πρὸς τῷ ψεύδεσθαι καὶ τὰ πράγματα οἷα νυκτὶ καὶ σκότῳ βαθεῖ περιαμπίσχουσι καὶ συμπράττουσι μὲν τοῖς ἁμαρτάνουσιν, ἐπιτίθενται δὲ τοῖς ἀδικουμένοις, ἃ μήτ’ εἶδον μήτ’ ἤκουσαν μήτ’ ἴσασι παγίως εἰδέναι καὶ σφόδρα κατειληφέναι διαβεβαιούμενοι.
προσεξεργάζονται δὲ καὶ τρίτον παρανόμημα τῶν προτέρων ἀργαλεώτερον· ὅταν γὰρ σπάνις ἀποδείξεων ᾖ διὰ λόγων ἢ διὰ γραμμάτων, ἐπὶ μάρτυρας καταφεύγουσιν οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὧν τὰ ῥήματα κανόνες εἰσὶ τοῖς δικασταῖς περὶ ὧν μέλλουσιν ἀποφαίνεσθαι· μόνοις γὰρ τούτοις ἐπανέχειν ἀνάγκη, μηδενὸς ὄντος ἑτέρου τῶν εἰς ἔλεγχον· ἐξ οὗ συμβαίνει, τοὺς μὲν καταμαρτυρουμένους ἀδικεῖσθαι νικᾶν δυναμένους, τοὺς δὲ προσέχοντας δικαστὰς ἀδίκους καὶ παρανόμους ψήφους ἀντὶ νομίμων καὶ δικαίων γράφειν.