De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τρίτον δ’ ἐστὶ τῆς δευτέρας πεντάδος παράγγελμα μὴ κλέπτειν. ὁ γὰρ τοῖς ἀλλοτρίοις ἐπικεχηνὼς κοινὸς πόλεως ἐχθρός, βουλήσει μὲν τὰ πάντων δυνάμει δὲ τά τινων ὑφαιρούμενος, τῷ τὴν μὲν πλεονεξίαν ἐπὶ μήκιστον ἐκτείνεσθαι, τὸ δ’ ἀσθενὲς ὑστερίζον εἰς βραχὺ στέλλεσθαι καὶ μόνον φθάνειν ἐπ’ ὀλίγους.
ὅσοι τοίνυν τῶν κλεπτῶν ἰσχὺν προσέλαβον, ὅλας συλῶσι πόλεις ἀλογοῦντες τιμωριῶν διὰ τὸ ἐπικυδέστεροι τῶν νόμων εἷναι δοκεῖν· οὗτοι δ’ εἰσὶν οἱ ὀλιγαρχικοὶ τὰς φύσεις, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, οἱ τὰς μεγάλας ἐργαζόμενοι κλοπάς, σεμνοῖς ὀνόμασι τοῖς ἀρχῆς καὶ ἡγεμονίας ἐπικρύπτοντες λῃστείαν τἀληθὲς ἔργον.