De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τοιοῦτον οὖν ἀρχέτυπον τῶν ἀρίστων βίων, πρακτικοῦ τε καὶ θεωρητικοῦ, μὴ παρέλθωμεν, ἀλλ’ αἰεὶ πρὸς αὐτὸ βλέποντες ἐναργεῖς εἰκόνας καὶ τύπους ταῖς ἑαυτῶν διανοίαις ἐγχαράττωμεν ἐξομοιοῦντες θνητὴν φύσιν ὡς ἔνεστιν ἀθανάτῳ κατὰ τὸ λέγειν καὶ πράττειν ἃ χρή. πῶς δὲ | λέγεται ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸν κόσμον ὑπὸ θεοῦ τοῦ [*](p. 198 M.) μηδὲ χρόνων εἰς τὸ ποιεῖν δεομένου, μεμήνυται διὰ τῶν ἀλληγορηθέντων
ἐν ἑτέροις. τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες. ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων, ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ.