De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

„Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος [*](p. 578 M.) τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου“ (Gen. 17,1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται.

ἔστι δὲ καὶ Λευιτικῆς φυλῆς ἱερεῦσιν ἀπαρχὴ διδομένη· δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18,26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον.

ἀλλὰ μὴ νομίσῃς τοῖς σώματος ὀφθαλμοῖς γίνεσθαι τὴν προσβολήν — οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα ὁρῶσι, τὰ δ’ αἰσθητὰ σύγκριτα, φθορᾶς ἀνάμεστα, τὸ δὲ θεῖον ἀσύγκριτον, ἄφθαρτον —, ἀλλὰ τὸ δεχόμενον τὴν θείαν φαντασίαν τὸ τῆς ψυχῆς ἐστιν ὄμμα.

καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ [*]( περὶ— μετονομάζονται Α, τοῦ αὐτοῦ Φίλωνος Ἰουδαίου περὶ . . . . 1 Ἁβραὰμ per totum librum ΑΒ ἐννενήκοντα codd., item lin. 3 2 ὁ θεός σου Β: θεὸς σός Α et .sic § 18. 27. 29. 31, sed ὁ θεός σου LXX et Philo vol. II p. 54,9 et vol. II p. 180,29 Mang. 5 καὶ #x003E; coni. Mang. 7 ἀπάρχονται ἑτέρας Β ἑκατοστόν Mang.: ἑκατὸν codd. 7. S ante προκοπῆς ras. 3 litt. in Β, καὶ ex Coisl. 43 add. Mang. 13 prius τὸ Β: τὸν Α 14 μὲν οἱ scripsi: μόνοι codd.)

v.3.p.157
γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα.

τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπιστήμας διδασκόμεθα· ὁ γὰρ νοῦς τὸ ἄκλειστον καὶ ἀκοίμητον προσβαλὼν ὄμμα τοῖς δόγμασι καὶ τοῖς θεωρήμασιν εἶδεν αὐτὰ οὐ νόθῳ φωτί, γνησίῳ δὲ ὅπερ ἀφ’ ἑαυτοῦ ἐξέλαμψεν.

ὅταν οὖν ἀκούσῃς ὀφθέντα θεὸν ἀνθρώπῳ, τοῦτο γίνεσθαι νόει χωρὶς φωτὸς αἰσθητοῦ· νοήσει γὰρ τὸ νοητὸν εἰκὸς μόνον καταλαμβάνεσθαι. πηγὴ δὲ τῆς καθαρωτάτης αὐγῆς θεός ἐστιν· ὥσθ’ ὅταν ἐπιφαίνηται ψυχῇ, τὰς ἀσκίους καὶ περιφανεστάτας ἀκτῖνας ἀνίσχει.

μὴ μέντοι νομίσῃς τὸ ὄν, ὅ ἐστι πρὸς ἀλήθειαν ὄν, ὑπ’ ἀνθρώπου τινὸς καταλαμβάνεσθαι. ὄργανον γὰρ οὐδὲν ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν — αἰσθητὸν γὰρ οὐκ ἔστιν — οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης] — εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20,21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι — πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν.

ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33,13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ·

„ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι“ (ibid. 23), ὡς τῶν ὅσα μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ [*](1 post φ ras. in Β 8 νοήσῃς τὸ ὄν, ὅπερ πρὸς Hoeschel 9 ὄργανον Mang.: ὁρᾶν codd. 10 φαντασιωθῆναι Cohn: φαντασιασθῆναι codd. 11 γὰρ ex Coisl. 43 et codice Oxon. Coll. Novi 143 Mang.: οὑν ΑΒ ἔστιν] ἦν Hoesch. νοῦν scripsi: ἰσχύν codd. Μωσῆς codd. 12 καὶ θεόπτης secl. Cohn, καὶ θεοπρόπος coniciebam αὐτόν φασιν Β 13 θεῖοι D: om. codd. καὶ ἀσώματον D: om. codd. 15 ἀγαθὸν D: om. codd. 16 τῶν ἐλπιζομένων Hoesch. 18 γνωστῶς] εἰ s. s. Β, ἵνα add. Richter ὅμως D: ὁμοίως codd. 19 θνητῶν Mang.: θνητῷ codd. 20 τῶν addidi) [*](12—19. 158,2 DC fol. 44r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων DR fol. 55v τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων DH fol. 65v τοῦ αὐτοῦ: τὸν Μωυσῆν φασιν οἱ θεῖοι χρησμοὶ εἰς τὸν γνόφον εἰσελθεῖν, τὴν . . . . . . διὰ πάντων ἐρευνήσαντα (διερευνήσαντα DR) τὸ μόνον ἰδεῖν μὴ ἱσχῦσαι· ἐπειδήπερ οὐδὲν εὕρισκεν (ηὕρισκεν DR) οὐδὲ ἐμφερῆ τινα ἰδέαν DC DH) ἐν τῷ ἐλπιζομένῳ . . . . . . . . προθέσεως τῷ μὴ πεφυκέναι ὁρᾶσθαι τὸ ὄν θεόν DR). postrema τῷ—ὄν olim in textu lin. 6 addebam, nunc ex p. 158,2 fluxisse puto.)

v.3.p.158
πραγμάτων εἰς κατάληψιν ἐρχομένων, εἰ καὶ μὴ πάντα ἤδη καταλαμβάνεται, μόνου δ’ ἐκείνου μὴ πεφυκότος ὁρᾶσθαι.

καὶ τί θαυμαστόν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατάληπτον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; ἧς ἡ ἀδηλότης μυρίας ἔριδας σοφισταῖς ἐγέννησεν ἐναντίας εἰσηγουμένοις γνώμας ἢ καὶ ὅλοις γένεσιν ἀντιστατούσας.