De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τῶν τριῶν τούτων αἰτιῶν ἔστιν εὑρεῖν ἐν ταῖς ἱεραῖς γραφαῖς ὑπομνήματα. ὁ γοῦν ἀσκητὴς Ἰακὼβ μίσει μὲν τὸν πενθερὸν Λάβαν, φόβῳ δὲ τὸν ἀδελφὸν Ἠσαῦ ἀποδιδράσκει, ὡς αὐτίκα παραστήσομεν.

ἡ δ’ Ἄγαρ ἀπαλλάττεται δι’ αἰδῶ· σημεῖον δὲ τὸ ὑπαντᾶν αὐτῇ ἄγγελον, θεῖον λόγον, ἃ χρὴ παραινέσοντα καὶ ὑφηγησόμενον ἐπανόδου τῆς εἰς τὸν δεσποίνης οἶκον, ὃς καὶ θαρσύνων φησίν· „ἐπήκουσε κύριος τῇ ταπεινώσει σου“ (Gen. 16,11), ἣν οὔτε διὰ φόβον ἔσχες οὔτε διὰ μῖσος — τὸ μὲν γὰρ ἀγεννοῦς, τὸ δὲ φιλαπεχθήμονος πάθος ψυχῆς —, ἀλλ’ ἕνεκα τοῦ σωφροσύνης ἀπεικονίσματος, αἰδοῦς.

εἰκὸς γὰρ ἦν, εἰ διὰ φόβον ἀπεδίδρασκε, τῇ τὸν φόβον ἐπανατειναμένῃ παρηγορῆσαι πρᾳοπαθεῖν· τηνικαῦτα γὰρ ἀσφαλὲς ἦν ἐπανέρχεσθαι τῇ φυγούσῃ, πρότερον δ’ οὔ. ἀλλὰ τῇ μὲν οὐδεὶς προεντυγχάνει ἅτε ἐξευμενισθείσῃ δι’ ἑαυτῆς, τὴν δὲ ὁ δι’ εὔνοιαν φίλος ὁμοῦ καὶ σύμβουλος ἔλεγχος διδάσκει μὴ αἰδεῖσθαι μόνον, ἀλλὰ καὶ εὐτολμίᾳ χρῆσθαι· ἥμισυ γὰρ ἀρετῆς εἶναι τὴν δίχα τοῦ θαρρεῖν αἰδῶ.