De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐλεύθεραι γὰρ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἐνθυμήμασιν οὐδένα τῶν ἀφρόνων νομίζουσι πλούσιον ἢ ἔνδοξον εἶναι, πάντας δ’, ὡς ἔπος εἰπεῖν, ἀδόξους καὶ πένητας, κἂν βασιλέων πολυχρύσων τύχας ὑπερβάλλωσιν. οὐ γάρ φασι τὸν πλοῦτον τοῦ πατρός, ἀλλὰ τὸν ἀφαιρεθέντα πλοῦτον, οὐδὲ τὴν ἐκείνου δόξαν, ἀλλὰ τὴν ἀφαιρεθεῖσαν αὐτοῦ δόξαν σχήσειν.

ἐστέρηται δ’ ὁ φαῦλος τοῦ ἀληθινοῦ πλούτου καὶ τῆς ἀψευδοῦς εὐδοξίας· τὰ γὰρ ἀγαθὰ ταῦτα φρόνησις καὶ σωφροσύνη καὶ αἱ συγγενεῖς περιποιοῦσι διαθέσεις, ὧν αἱ φιλάρετοι ψυχαὶ κληρονομοῦσιν. οὐοῦν οὐ

τὰ προσόντα τῷ μοχθηρῷ, τὰ δ’ ὧν ἐκεῖνος ἐστέρηται περιουσία καὶ εὔκλεια τοῖς ἀστείοις ἐστίν· ἐστέρηται δὲ ἀρετῶν, αἳ δὴ κτήματα τῶνδε γεγόνασιν, [*](2 ἢ scripsi (sic LXX et. qnh ler. div. ber. § 44) καὶ codd. ἀλλότριαι scripsi: ἀλλότριοι codd.; genuina scriptura αἱ ἀλλότριαι esse videtur: cf. ad lin. 2 2.3 λελόγισθε corr. ex λελογίσθαι H, λελόγιστε L 4 πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ex LXX et § 16 conicio 6 ἐλεύθεροι v γὰρ καὶ πλούσιαι ex Ambros. conicio ὀνόμασι] γένεσι coni. Mang. 9 ἀφαιρεθέντα #x003E; conicio 13 ὧν] ἁ vel κληρονόμοι εἰσίν coni. Mang. 15 δ’ ἢ G τῶνδε G: αὐτῶν H)

v.3.p.114
ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν συνᾴδῃ· „τὰ βδελύγματα Αἰγύπτου θύσομεν κυρίῳ τῷ θεῷ“ (Exod. 8,26)· τέλεια γὰρ καὶ ἄμωμα ἱερεῖα αἱ ἀρεταὶ καὶ αἱ κατὰ ἀρετὰς πράξεις, ἃς τὸ φιλοπαθὲς Αἰγύπτιον βδελύττεται σῶμα.