De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια.
πολλοῦ δὴ τοῦ φύσει κοινωνικοῦ σπάσας ὁ ἐπίσημος καὶ μοναρχίας ἀληθοῦς ἑταῖρος ἔρχεται πρὸς τὸν ἄσημον, ὑλικὰς μέν, ὡς εἶπον ἤδη, θεοπλαστοῦντα ἡγεμονίας, ἔξω δὲ τούτων δραστήριον μηδεμίαν νομίζοντα, διδάξων ὅτι οὐκ ὀρθογνωμονεῖ.
γέγονέ τε γὰρ ὁ κόσμος καὶ πάντως ὑπ’ αἰτίου τινὸς γέγονεν· ὁ δὲ τοῦ ποιοῦντος λόγος αὐτός ἐστιν ἡ σφραγίς, ᾗ τῶν ὄντων ἕκαστον μεμόρφωται· παρὸ καὶ τέλειον τοῖς γινομένοις ἐξ ἀρχῆς παρακολουθεῖ τὸ εἶδος, ἅτε ἐκμαγεῖον καὶ εἰκὼν τελείου λόγου.