De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ
ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. τίνος δὴ ταῦθ’ εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν.
θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν αὐτῆς ὀνομάζει σάλον,