De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
προειπόντες· σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν | ἀδελφὸν ἕξις, [*](p. 398M.) κινήσει δ’ ἐνέργεια.
τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν.
ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ — δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης [*](2 ἐκλαλήσας Mang. : ἐκγελάσας G, ἐγγελάσας FII 2. 3 δέοντα ἡσυχασθῆναι conicio 3 τοῦ] Tti) F 4 καρπούμενος] ποιούμενος L 5 δοῦλος δούλων seclusit Ηang. δουλῶν G1F, δουλεύων G^ 6 αὑτοῦ v ἡμάρτηκεν scripsi: ἡμάρτησεν codd. ὡς om. G 8 ἐν τοῖς νόμοις ἀποδόσεις 11 9 ἐγκειμένην Η: οἰκουdνην GF, ἐναποκειμένην conicio διερμηνεύσομεν Η 11 ἐρημία G1 12 τρόπον F 13 δ’ H: 8i G, δ’ ἡ F 15. 16 ἐνεργοῦντας Η 16 τοῖς om. L ἐπὶ G ἐν om. G 18 ἐργάζεσθαι G 20 ἀνατέμνων H: ἀνατέμνῃ GF, ἀνατεμῶν conicio καταβάλῃ G 21 alterum δὲ 11: τε GF 22 ἐποχετεύει G 22 — 24 ὀσα- λλλοις om. F 23 γεωργικὰ Turn.: γεωργεῖ καὶ GH 24 ἀρμόττειν G 25 δύναται scripsi (et parenthesin statui): δύνηται codd. χἑροκμἡτων scripsi: χειροτμἡτων codd. 27 ἐγχειρεῖ GF: ἐγχορε-‘ H, ἐuωρεῖ L)