De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου· φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον [*](1 ἀπεφήνατο Η 3 ἐπὰν M τὴν ψυχὴν scripsi : τῆ ψυχὴ codd. 3. 4 προβεβλῆσθαι conicio 4 σβεστήριον G2FH: σεβαστήριον MG1U εἶτα M 5 οἴστρων scripsi: οἴστρῳ codd. ἀνερριπισμένων Η: ἀνερριπισμένω MGUF εἶτα M ἐξημμένων H: ἐξημμένῳ MGUF 6 δι’ ἧς coni. Mang. τῶν] τῶ M βαθέως M 7 δυομένῳ M ναυτίλεσθαι H 9 τὴν H: τὶν μὲν MGUF ποτὲ F μὲν om. G 10 βυθὸν] κακὸν U κατέρριψεν U 11 οἱ δὲ] οὐδὲ M 12 περὶ] ὑπὲρ coni. Arnim περιβολῆς H οἶμαι τοῦ FH: spat. 1 — 2 litt., tum τοῦ M, ὁμετοῦ GU 13 τὴν γῆν H 14. 15 οὐδ’ ὁρῶντες scripsi: οἱ δὲ ὁρῶντες Η, ἱδρῶντες Γ’. ἱδρῶτες MGF, ἡ οὐδ’ ὁρῶντες Wilamowitz, οἲ οὐδ’ ὁρῶντες Arnim 15 εἰς ὕψος Η: εἰσὶ τὸ MF, εἰσὶν τὸ U, εἰσι ιν G (iv G2 in ras.) 16 ἑαυτὸς GF γενάμενος G 18 περιβαλὼν M 19 κατασυρεὶς U: καταρρυεὶς F, καταρεὶς G, καρωθεὶς M, παρασυρεὶς H ἀναπεσεῖται codd.: πεσεῖται v 21 σωτήρια G in ras., spat. 5 litt. M τιμῆς GUF 23 οὐδὲ MGUF: οὐ H 25 αἴτιον ἄκρατον εἶναι conicio)

v.2.p.163
συμβέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσθαι.