De Agricultura

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς, ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ [*](1 ἀναδιδαχθῆς Α 3 οὕτω AG 4. 5 παρ’ ἐπιχαιρεκακοῦσιν MA: παρά χαιρεκακοῦσιν G1H, παρὰ πᾶσι χαιρεκακοῦσιν G2 7 δὲ om. GA ἀλόγων MA 8 οὐκ] ras. G 9 ἔχεται MA 10 ἐμβάλλοντες Α αὐτῶν MA: αὐῶν GH 18 ὡμοίωσε Η2: ὁμοίωσε G, ὁμοίως ἐν MA(H1) καὶ prius MAGH1: om. H2 21 Μωϋσέως M: Μωϋσέος AGH 23 μηδέ τότε MH1 24 φάσκουσιν G 25 ἀκακώτοις coni. Mang. 26 ἕτερος H: ἑτέροις MAG γινόμενος conicio 27 παντελοῦς Mang.: παντελῶς codd. 28 ἀρίδηλον ἀληθὲς Η 29 οὖν GH2: τοίνυν νοῦν M, οὖν τοίνυν A(H1) 30 μὴ om. A)

v.2.p.115
δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά, καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι· τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν, παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται.