De Agricultura

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι [*](1 εἴρηται coni. Mang. τούτω MGUF: τοῦτο ΑΗ κἀκείνω F ὁ μὲν om. UF 3 οὐδεμίαν] οὐκ UF 4 πόλλ’ U ἐθελήση Α 5 τι secl. Cohn ὑπὲρ scripsi: περὶ codd. μηδενὸς UFH2: μηδὲν MAGH1 ἰδόντων UF: εἰδότων ceteri 7 οὕτως UF τὰ] ὡς τὰ F 8 μὲν γὰρ ἄγρια MAG ἐπιμελείᾳ F 9 τομαῖς UFL2: τὰ μὲν MAGHL1 10 ἐκστάσεσι G 11 ἐν om. UF βαθείαις τάφροις MAUF: τάφροις βαθείαις GH 12 ἔγκαρπα ἕτερον Α κόσμον Α 14 τυγχάνον UF, συμβαίνει conicio ἀλλοτρίαν GH2, ἀλλοτρίους Mang. 15 σφετέρας] ἐφ’ ἑτέρας MA οἰκειουμένους G: οἰκειουμένας MAUF, οἰκειουμένοις H2 in ras. 16 τὰς MAUFH: τὰ G 16. 17 ἐκφύσεις scripsi: φύσεις MAUFH, φύσει G 17 ἐστειρωμένας UF φέρουσι καρποὺς vel εὐφοροῦσι 18 περὶ] παρὰ G 19 δὲ om. MA ἐμπειρίαν ante ἐν add. UF, mg. L 21 μὲν om. UF ἐπιτηδεύει UF: ἐπιτηδεύειν ceteri 22 καὶ UF: om. ceteri 23 τῶν] καὶ τῶν H post θνητὰ add. καὶ UF)

v.2.p.97
γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις.