De Agricultura

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ [*](1 ὤων Mang.: ὅλων codd. κακιῶν addidi ἑκάστων λογισμοῖς conicio ex λογισμῶν corr. λογισμὸν Α 2 νομίζουσιν Α, νομισθῶσιν coni. Mang. 5 εἴδωσι Α ἁρμόττει s. s. Η2 7 δὲ Η: δὴ MAG 8 ἀναμέλψουσιν Maug.: ἀναμέλψωσιν codd. ἁρμονίαν in ras. M 9 Μωσεῖ codd. 10 καὶ om. L 12. 13 τό τε] τοῦ τε M 13 post εὐχαριστίᾳ hab. γνώμη Η, postea del. 14 οὐ GH: οἱ MA μὴν H2: μὲν MAH1, om. G τυφλοὶ Α 15 Μωυσέως MA: Μωυσέος GH 16 αἱ om. H 17 ἀφηγουμέναις Α δ’ Α 17. 18 ἀμφοτέροις ὁ αὐτὸς Α 17 αὐτῆς M(H1) 19 δὲ καὶ G τοιόσδε G: τοιόνδε MAH 20 δεδοξάσθαι AG 21 ἧ M, om. Α 22 ὑπέρμαχον G 23 τέσσαρες G 24. 112,1 νοῦς ὁ μισάρετος καὶ φιλοπαθὴς H) [*](19 Clemens Strom. V 52 p. 677 P: ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγη ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος τὴν ἐπιθυμίαν σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι, „ἔρριψεν εἰς θάλασσαν“ εἰς τἀς κοσμικὰς ἀταξίας ἀποβαλών.)

v.2.p.112
φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις θρέμμασιν ἐγεγήθει.