Histories
Herodotus
Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους· οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν, ἀλλὰ τινὲς αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετʼ αὐτοῦ ἐόντας Ἑλλήνων. ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους.
ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων, τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου· ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι, Φρυγῶν τε καὶ Θρηίκων καὶ Μυσῶν τε καὶ Παιόνων καὶ τῶν ἄλλων, ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι, οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι.