Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν, οὕτω ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο. ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον, οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ ὁ Ἀρταΰκτης καὶ ὁ Οἰόβαζος, ὄπισθε τοῦ τείχεος καταβάντες, τῇ ἦν ἐρημότατον τῶν πολεμίων.

ὡς δὲ ἡμέρη ἐγένετο, οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν. τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον, οἳ δὲ τὴν πόλιν εἶχον.

Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετʼ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν.

οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν. καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν, μετʼ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ.